Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.50 Joseph. AJ 11.55 (English) >>Joseph. AJ 11.59

11.53οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένηταί τινα, αὐτὰ φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν; 11.54καὶ τὸν βασιλέα δὲ τὸν τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ῥαβεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης παλλακῆς δʼ αὐτοῦ ῥαπιζόμενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρωπάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν.” 11.55

Εἰς ἀλλήλους δὲ ἀφορώντων τῶν σατραπῶν καὶ ἡγεμόνων περὶ τῆς ἀληθείας ἤρξατο λέγεινἀπέδειξα μέν, εἰπών, ὅσον αἱ γυναῖκες ἰσχύουσιν, ἀσθενέστεραι δʼ ὅμως καὶ αὗται καὶ βασιλεὺς τῆς ἀληθείας ὑπάρχουσιν. εἰ γάρ ἐστιν γῆ μεγίστη καὶ ὑψηλὸς οὐρανὸς καὶ ταχὺς ἥλιος, ταῦτα δὲ πάντα κινεῖται κατὰ βούλησιν τοῦ θεοῦ, ἀληθινὸς δέ ἐστιν καὶ δίκαιος οὗτος, ἀπὸ τῆς αὐτῆς αἰτίας δεῖ καὶ τὴν ἀλήθειαν ἰσχυροτάτην ἡγεῖσθαι καὶ μηδὲν πρὸς αὐτὴν τὸ ἄδικον δυνάμενον. 11.56ἔτι γε μὴν τὰ μὲν ἄλλα θνητὰ καὶ ὠκύμορα εἶναι συμβέβηκεν τῶν ἰσχὺν ἐχόντων, ἀθάνατον δὲ ἀλήθεια χρῆμα καὶ ἀίδιον. παρέχει δʼ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὐδὲ περιουσίαν ἀφαιρετὴν ὑπὸ τύχης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα, διακρίνουσα ἀπʼ αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.50 Joseph. AJ 11.55 (English) >>Joseph. AJ 11.59

Powered by PhiloLogic